Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.181 Dem. 19.184 (English) >>Dem. 19.187

19.183τίνος γὰρ ἄλλου δεῖ δίκην παρὰ πρέσβεων λόγων λαμβάνειν; εἰσὶ γὰρ οἱ πρέσβεις οὐ τριήρων οὐδὲ τόπων οὐδʼ ὁπλιτῶν οὐδʼ ἀκροπόλεων κύριοι (οὐδεὶς γὰρ πρέσβεσι ταῦτʼ ἐγχειρίζει), ἀλλὰ λόγων καὶ χρόνων. τοὺς μὲν τοίνυν χρόνους εἰ μὲν μὴ προανεῖλε τῆς πόλεως, οὐκ ἀδικεῖ, εἰ δʼ ἀνεῖλεν, ἠδίκηκε· τοὺς δὲ λόγους εἰ μὲν ἀληθεῖς ἀπήγγελκεν συμφέροντας, ἀποφευγέτω, εἰ δὲ καὶ ψευδεῖς καὶ μισθοῦ καὶ ἀσυμφόρους, ἁλισκέσθω. 19.184οὐδὲν γὰρ ἔσθʼ τι μεῖζον ἂν ὑμᾶς ἀδικήσειέ τις ψευδῆ λέγων. οἷς γάρ ἐστʼ ἐν λόγοις πολιτεία, πῶς, ἂν οὗτοι μὴ ἀληθεῖς ὦσιν, ἀσφαλῶς ἔστι πολιτεύεσθαι; ἂν δὲ δὴ καὶ πρὸς τοῖς ἐχθροῖς συμφέρει δῶρά τις λαμβάνων λέγῃ, πῶς οὐχὶ καὶ κινδυνεύσετε; οὐδέ γε τοὺς χρόνους ἴσον ἔστʼ ἀδίκημʼ ὀλιγαρχίας τυράννου παρελέσθαι καὶ ὑμῶν· οὐδʼ ὀλίγου δεῖ. 19.185ἐν ἐκείναις μὲν γάρ, οἶμαι, ταῖς πολιτείαις πάντʼ ἐξ ἐπιτάγματος ὀξέως γίγνεται· ὑμῖν δὲ πρῶτον μὲν τὴν βουλὴν ἀκοῦσαι περὶ πάντων καὶ προβουλεῦσαι δεῖ, καὶ τοῦθʼ ὅταν κήρυξι καὶ πρεσβείαις προγεγραμμένον, οὐκ ἀεί· εἶτʼ ἐκκλησίαν ποιῆσαι, καὶ ταύτην ὅταν ἐκ τῶν νόμων καθήκῃ. εἶτα κρατῆσαι καὶ περιγενέσθαι δεῖ τοὺς τὰ βέλτιστα λέγοντας τῶν διʼ ἄγνοιαν διὰ μοχθηρίαν ἀντιλεγόντων.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.181 Dem. 19.184 (English) >>Dem. 19.187

Powered by PhiloLogic